Την απάντηση στο ερώτημα πώς απλώθηκαν σ' όλα τα μήκη και πλάτη της γης οι Εβραίοι, καθώς και μια σύντομη ιστορία τους, μας αναφέρει στις Πράξεις των Αποστόλων στην Κ.Δ., ο ευαγγελιστής Λουκάς, παραθέτωντάς μας, την απολογία του πρωτομάρτυρα και αρχιδιακόνου Στεφάνου προς τους Ιουδαίους.
Κεφ.6,8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει
τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς
τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ
Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ
πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ
λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν
καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ
ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος
οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου·
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν
τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς
αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ
πρόσωπον ἀγγέλου.
Κεφάλαιο 7,1 Εἶπε δὲ ὁ ἀρχιερεύς·
Εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ
Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ
κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ
τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς
Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ
μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5 καὶ οὐκ
ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ
εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6
ἐλάλησε δὲ οὕτως ὁ Θεὸς, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ
δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· 7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι
κρινῶ ἐγώ, εἶπεν ὁ Θεὸς· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ
τόπῳ τούτῳ. 8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ
καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς
δώδεκα πατριάρχας. 9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς
Αἴγυπτον. 10 καὶ ἦν ὁ Θεὸς μετ' αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων
αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ
κατέστησεν αὐτὸν ἡγούμενον ἐπ' Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθε δὲ
λιμὸς ἐφ' ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον
χορτάσματα οἱ πατέρες ἡμῶν. 12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ
ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον· 13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ
τοῖς ἀδελφοῖς αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. 14 ἀποστείλας
δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν
ψυχαῖς ἑβδομήκοντα πέντε. 15 κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς
καὶ οἱ πατέρες ἡμῶν, 16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ
ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ τοῦ Συχέμ. 17 Καθὼς δὲ
ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ
ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν
Ἰωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ
ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι· 20 ἐν ᾧ καιρῷ ἐγεννήθη
Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς
αὐτοῦ. 21 ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο
αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ
δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις. 23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς
χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς
Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ
καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ
ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. 26 τῇ τε
ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών·
ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27 ὁ δὲ ἀδικῶν τὸν
πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν;
28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; 29 ἔφυγε δὲ
Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς
δύο. 30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ
ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου. 31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα·
προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν· 32 ἐγὼ ὁ Θεὸς
τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ
γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ
ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον
τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ
κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον. 35 Τοῦτον τὸν
Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ
Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ
βάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν
Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. 37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν
τοῖς υἱοῖς Ἰσραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν
ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. 38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ
ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν,
ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ
πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον 40
εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς
οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. 41 καὶ
ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ
εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν
αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν·
μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος
Ἰσραήλ; 43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν
Ρεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα
Βαβυλῶνος. 44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς
διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· 45 ἣν καὶ
εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν
ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυῒδ· 46 ὃς εὗρε
χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. 47 Σολομὼν δὲ
ᾠκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλ' οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
καθὼς ὁ προφήτης λέγει· 49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν
μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς
μου; 50 οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; 51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι
τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ
πατέρες ὑμῶν καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ
ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς
προδόται καὶ φονεῖς γεγένησθε. 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς
ἀγγέλων καὶ οὐκ ἐφυλάξατε. 54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν
καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν. 55 ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου,
ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
56 καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ
δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ
ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ
οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,
59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι
τὸ πνεῦμά μου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς
τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ
ἀναιρέσει αὐτοῦ.
8, 1 Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν
τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ
Σαμαρείας, πλὴν τῶν ἀποστόλων. 2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ
ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ. 3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς
οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. 4 Οἱ
μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
Απόδοση στη νεοελληνική
και στη συνέχεια όλη η ομιλία του Στεφάνου (σύντομη ιστορία των Εβραίων=Π.Δ.) και το μαρτύριό του
Πραξεις Αποστολων (ΚΕΦΑΛΑΙΟΝ 7)
Απόδοση στη νεοελληνική
Η σύλληψη του Στεφάνου | |
8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ᾿Αλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ ᾿Ασίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ρήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ρήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. | 8 Ο Στέφανος, τότε, πλήρης από χάρη και δύναμη έκανε τέρατα και σημεία μεγάλα μέσα στο λαό. 9 Σηκώθηκαν όμως μερικοί που ήταν από τη συναγωγή τη λεγόμενη των Λιβερτίνων και των Κυρηναίων και των Αλεξανδρέων και αυτών που ήταν από την Κιλικία και την επαρχία της Ασίας, και συζητούσαν με το Στέφανο, 10 αλλά δεν μπορούσαν να αντισταθούν στη σοφία και στο πνεύμα με το οποίο μιλούσε. 11 Τότε υποκίνησαν άντρες που έλεγαν: «Τον έχουμε ακούσει να μιλά λόγια βλάστημα ενάντια στο Μωυσή και στο Θεό». 12 Και κίνησαν μαζί τους σε εξέγερση το λαό και τους πρεσβυτέρους και τους γραμματείς και, αφού ήρθαν ξαφνικά, τον άρπαξαν μαζί τους και τον οδήγησαν στο συνέδριο. 13 Και έστησαν ψευδομάρτυρες που έλεγαν: «Ο άνθρωπος αυτός δεν παύει να λαλεί λόγια κατά του τόπου αυτού του άγιου και του νόμου. 14 Γιατί τον έχουμε ακούσει να λέει ότι ο Ιησούς ο Ναζωραίος, αυτός θα καταλύσει τον τόπο τούτο και θα αλλάξει τα έθιμα που μας παράδωσε ο Μωυσής». 15 Και όταν ατένισαν σ’ αυτόν όλοι όσοι κάθονταν στο συνέδριο, είδαν το πρόσωπό του σαν πρόσωπο αγγέλου. |
Το κήρυγμα του Στεφάνου | |
1 Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6 ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· 7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ. 8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν ᾿Ισαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁ ᾿Ισαὰκ τὸν ᾿Ιακώβ, καὶ ὁ ᾿Ιακὼβ τοὺς δώδεκα πατριάρχας. 9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ᾿Ιωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον. 10 καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθε δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12 ἀκούσας δὲ ᾿Ιακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον· 13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη ᾿Ιωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ ᾿Ιωσήφ. 14 ἀποστείλας δὲ ᾿Ιωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ ᾿Ιακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε. 15 κατέβη δὲ ᾿Ιακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, 16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο ᾿Αβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ᾿Εμμόρ τοῦ Συχέμ. 17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ ᾿Αβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν ᾿Ιωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι· 20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. 21 ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις. 23 ῾Ως δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ᾿Ισραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. 26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν; 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; 29 ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. 30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου. 31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν· 32 ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς ᾿Αβραὰμ καὶ ὁ Θεὸς ᾿Ισαὰκ καὶ ὁ Θεὸς ᾿Ιακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον. 35 Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν ᾿Ερυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. 37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς ᾿Ισραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. 38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾿ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον 40 εἰπόντες τῷ ᾿Ααρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ᾿Ισραήλ; 43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ρεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. 44 ῾Η σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· 45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ᾿Ιησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυΐδ· 46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ. 47 Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· 49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; 50 οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; 51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. | 1 Είπε τότε ο αρχιερέας: «Άραγε έτσι έχουν αυτά;» 2 Εκείνος είπε: «Άντρες αδελφοί και πατέρες, ακούστε: Ο Θεός της δόξας φανερώθηκε στον πατέρα μας Αβραάμ, όταν ήταν στη Μεσοποταμία πριν αυτός να κατοικήσει στη Χαράν, 3 και είπε προς αυτόν: Έξελθε από τη γη σου και από τους συγγενείς σου, και έλα στη γη που θα σου δείξω. 4 Τότε εξήλθε από τη γη των Χαλδαίων και κατοίκησε στη Χαράν. Κι από εκεί, μετά το θάνατο του πατέρα του, αυτός μετοίκησε στη γη αυτή στην οποία εσείς τώρα κατοικείτε. 5 Και δεν του έδωσε κληρονομιά σ’ αυτήν ούτε βήμα ποδιού, αλλά υποσχέθηκε να τη δώσει προς κατάκτηση σ’ αυτόν και στους απογόνους του μετά από αυτόν, αν και αυτός δεν είχε παιδί. 6 Μίλησε λοιπόν έτσι ο Θεός: Οι απόγονοί του θα είναι πάροικοι σε γη ξένη και θα τους υποδουλώσουν και θα τους κακομεταχειριστούν τετρακόσια έτη. 7 Και το έθνος στο οποίο θα υπηρετήσουν ως δούλοι θα το κρίνω εγώ, ο Θεός είπε, και μετά από αυτά θα εξέλθουν και θα με λατρέψουν στον τόπο τούτο. 8 Και του έδωσε τη διαθήκη της περιτομής. Και έτσι γέννησε τον Ισαάκ και τον περιέταμε την ημέρα την όγδοη, και ο Ισαάκ τον Ιακώβ, και ο Ιακώβ τους δώδεκα πατριάρχες. 9 Και οι πατριάρχες, επειδή ζήλεψαν τον Ιωσήφ, τον απόδωσαν στην Αίγυπτο. Αλλά ήταν ο Θεός μαζί του 10 και τον ελευθέρωσε από όλες τις θλίψεις του και του έδωσε χάρη και σοφία απέναντι στο Φαραώ, το βασιλιά της Αιγύπτου, και τον κατάστησε ηγεμόνα πάνω στην Αίγυπτο και πάνω σε όλο τον οίκο του. 11 Ήρθε τότε λιμός σε όλη την Αίγυπτο και τη Χαναάν και θλίψη μεγάλη, και δεν έβρισκαν τροφές να χορτάσουν οι πατέρες μας. 12 Όταν άκουσε λοιπόν ο Ιακώβ πως υπήρχε σιτάρι στην Αίγυπτο, απέστειλε έξω τους πατέρες μας πρώτα. 13 Και τη δεύτερη φορά γνωρίστηκε ο Ιωσήφ στους αδελφούς του και έγινε φανερό στο Φαραώ το γένος του Ιωσήφ. 14 Απέστειλε τότε ο Ιωσήφ και κάλεσε κοντά του τον Ιακώβ τον πατέρα του και όλους τους συγγενείς του, εβδομήντα πέντε ψυχές. 15 Και κατέβηκε ο Ιακώβ στην Αίγυπτο και πέθανε αυτός και οι πατέρες μας, 16 και μετατέθηκαν στη Συχέμ και τέθηκαν στο μνήμα που αγόρασε ο Αβραάμ πληρώνοντας την τιμή με άργυρο από τους γιους του Εμμώρ στη Συχέμ. 17 Καθώς λοιπόν πλησίαζε ο χρόνος της υπόσχεσης που υποσχέθηκε ο Θεός στον Αβραάμ, αυξήθηκε ο λαός και πλήθυνε στην Αίγυπτο 18 μέχρις ότου σηκώθηκε άλλος βασιλιάς στην Αίγυπτο που δεν ήξερε τον Ιωσήφ. 19 Αυτός σοφίστηκε δόλια κατά του γένους μας και κακομεταχειρίστηκε τους πατέρες μας, για να αφήνουν τα βρέφη τους έκθετα, ώστε να μη διατηρούνται στη ζωή. 20 Κατ’ αυτόν τον καιρό γεννήθηκε ο Μωυσής και ήταν όμορφος για το Θεό. Αυτός ανατράφηκε τρεις μήνες στον οίκο του πατέρα του 21 και, όταν τον άφησαν έκθετο, τον ανάλαβε η θυγατέρα του Φαραώ και τον ανάθρεψε για τον εαυτό της σαν γιο. 22 Και εκπαιδεύτηκε ο Μωυσής σε όλη τη σοφία των Αιγυπτίων, και ήταν δυνατός στα λόγια και τα έργα του. 23 Και καθώς συμπληρωνόταν σ’ αυτόν το τεσσαρακοστό έτος του χρόνου της ηλικίας του, ανέβηκε στην καρδιά του να επισκεφτεί τους αδελφούς του, τους γιους Ισραήλ. 24 Και όταν είδε κάποιον να αδικείται, αμύνθηκε και έκανε εκδίκηση στον καταπονεμένο και χτύπησε θανάσιμα τον Αιγύπτιο. 25 Νόμιζε, λοιπόν, πως κατάλαβαν οι αδελφοί του ότι ο Θεός με το χέρι του θα δώσει σωτηρία σ’ αυτούς. εκείνοι δεν κατάλαβαν. 26 Και την επόμενη ημέρα φανερώθηκε σ’ αυτούς, ενώ μάχονταν, και προσπαθούσε να τους συμφιλιώσει προς ειρήνη και είπε: “Άντρες, είστε αδελφοί. γιατί αδικείτε ο ένας τον άλλο”; 27 Αλλά εκείνος που αδικούσε τον πλησίον του τον απώθησε και είπε: Ποιος σε κατάστησε άρχοντα και δικαστή πάνω μας; 28 Μήπως εσύ θέλεις να με σκοτώσεις με αυτόν τον τρόπο που σκότωσες χτες τον Αιγύπτιο; 29 Έφυγε τότε ο Μωυσής για το λόγο αυτόν και έγινε πάροικος στη γη Μαδιάμ όπου γέννησε δυο γιους. 30 Και αφού συμπληρώθηκαν σαράντα έτη, του φανερώθηκε μέσα στην έρημο του όρους Σινά άγγελος μέσα σε πύρινη φλόγα μιας βάτου. 31 Και ο Μωυσής, όταν το είδε, θαύμαζε το όραμα και, ενώ αυτός πλησίαζε, για να το παρατηρήσει καλά, έγινε φωνή Κυρίου: 32 Εγώ είμαι ο Θεός των πατέρων σου, ο Θεός του Αβραάμ και του Ισαάκ και του Ιακώβ. Ο Μωυσής έγινε τότε έντρομος και δεν τολμούσε να παρατηρήσει. 33 Είπε τότε σ’ αυτόν ο Κύριος: “Λύσε το υπόδημα των ποδιών σου, γιατί ο τόπος πάνω στον οποίο έχεις σταθεί είναι γη άγια. 34 Είδα καλά την κακομεταχείριση του λαού μου που είναι στην Αίγυπτο και το στεναγμό τους τον άκουσα, και κατέβηκα να τους ελευθερώσω. Και τώρα έλα, θα σε αποστείλω στην Αίγυπτο”. 35 Αυτόν το Μωυσή, τον οποίο αρνήθηκαν και του είπαν: “Ποιος σε κατάστησε άρχοντα και δικαστή;”, αυτόν ο Θεός και άρχοντα και λυτρωτή έχει αποστείλει με τη βοήθεια του αγγέλου που του φανερώθηκε μέσα στη βάτο. 36 Αυτός τους εξήγαγε και έκανε τέρατα και σημεία στη γη της Αιγύπτου και στην Ερυθρά Θάλασσα και στην έρημο για σαράντα έτη. 37 Αυτός είναι ο Μωυσής που είπε στους γιους Ισραήλ: Προφήτη για σας θα ανεγείρει ο θεός από τους αδελφούς σας όπως εμένα. 38 Αυτός είναι που ήταν με την εκκλησία μέσα στην έρημο μαζί με τον άγγελο που του μιλούσε στο όρος Σινά και με τους πατέρες μας, ο οποίος δέχτηκε ζωντανά λόγια για να μας τα δώσει. 39 Σ’ αυτόν δε θέλησαν να γίνουν υπάκουοι οι πατέρες μας, αλλά τον απώθησαν και στράφηκαν με τις καρδιές τους στην Αίγυπτο 40 και είπαν στον Ααρών: Κάνε μας θεούς που θα μας προπορεύονται. Γιατί σ’ αυτόν το Μωυσή, ο οποίος μας εξήγαγε από τη γη της Αιγύπτου, δεν ξέρουμε τι του έγινε. 41 Και έκαναν μοσχάρι κατά τις ημέρες εκείνες και ύψωσαν θυσία προς το είδωλο, και ευφραίνονταν στα έργα των χεριών τους. 42 Στράφηκε τότε ο Θεός μακριά τους και τους παράδωσε στο να λατρεύουν τη στρατιά του ουρανού καθώς είναι γραμμένο στο βιβλίο των προφητών: Μήπως σφάγια και θυσίες μου προσφέρατε σαράντα έτη στη έρημο, οίκε του Ισραήλ; 43 Αλλά λάβατε πάνω σας τη σκηνή του Μολόχ και το άστρο του θεού σας Ραιφάν, τις γλυπτές εικόνες που κάνατε, για να τις προσκυνάτε. Και θα σας μετοικίσω πέρα από τη Βαβυλώνα. 44 Η Σκηνή του Μαρτυρίου ήταν με τους πατέρες μας στην έρημο, καθώς διέταξε αυτός που μιλούσε στο Μωυσή να την κάνει σύμφωνα με το πρότυπο που είχε δει. 45 Αυτήν και εισήγαγαν στη χώρα οι πατέρες μας που διαδέχτηκαν τους προηγούμενους μαζί με τον Ιησού του Ναυή κατά την κατάκτηση των εθνών, τα οποία έδιωξε ο Θεός μακριά από την παρουσία των πατέρων μας, και παρέμεινε η Σκηνή ως τις ημέρες του Δαβίδ. 46 Αυτός βρήκε χάρη μπροστά στο Θεό και ζήτησε να βρει κατοικία για τον οίκο του Ιακώβ. 47 Ο Σολομών, όμως, οικοδόμησε σ’ Αυτόν οίκο. 48 Αλλά ο Ύψιστος δεν κατοικεί σε χειροποίητους ναούς, καθώς ο προφήτης λέει: 49 Ο ουρανός είναι θρόνος μου και η γη υποπόδιο των ποδιών μου. Ποιον οίκο θα μου οικοδομήσετε, λέει ο Κύριος, ή ποιος είναι τόπος της ανάπαυσής μου; 50 Το χέρι μου δεν έκανε όλα αυτά; 51 Σκληροτράχηλοι και απερίτμητοι στις καρδιές και στα αυτιά, εσείς πάντοτε αντιτάσσεστε στο Πνεύμα το Άγιο, όπως οι πατέρες σας έτσι κι εσείς. 52 Ποιον από τους προφήτες δεν καταδίωξαν οι πατέρες σας; Και σκότωσαν αυτούς που προανάγγειλαν την έλευση του Δικαίου, του οποίου τώρα εσείς γίνατε προδότες και φονιάδες, 53 οι οποίοι λάβατε το νόμο μέσω διαταγών αγγέλων, αλλά δεν τον φυλάξατε». |
Ο λιθοβολισμός του Στεφάνου | |
54 ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. 55 ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56 καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, 59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. | 54 Ακούγοντας λοιπόν αυτά κατακόβονταν στις καρδιές τους από αγανάκτηση και έτριζαν τα δόντια τους εναντίον του. 55 Αλλά αυτός, όντας πλήρης Πνεύματος Αγίου, ατένισε στον ουρανό και είδε τη δόξα του Θεού και τον Ιησού να έχει σταθεί από τα δεξιά του Θεού 56 και είπε: «Ιδού, βλέπω τους ουρανούς διανοιγμένους και τον Υιό του ανθρώπου να έχει σταθεί από τα δεξιά του Θεού». 57 Εκείνοι τότε έκραξαν με φωνή μεγάλη, βούλωσαν τα αυτιά τους και όρμησαν ομόψυχα εναντίον του 58 και, αφού τον έβγαλαν έξω από την πόλη, τον λιθοβολούσαν. Και οι μάρτυρες απόθεσαν τα ρούχα τους δίπλα στα πόδια ενός νεαρού που τον καλούσαν Σαύλο, 59 και λιθοβολούσαν το Στέφανο που επικαλούνταν και έλεγε: «Κύριε Ιησού, δέξου το πνεύμα μου». 60 Και αφού έπεσε στα γόνατα, φώναξε με φωνή μεγάλη: «Κύριε, μην καταλογίσεις σ’ αυτούς αυτήν την αμαρτία». Και αφού είπε αυτό, κοιμήθηκε. Και ο Σαύλος ευαρεστούνταν συμφωνώντας στη θανάτωσή του. |